Origins and Life of Euripides Ib = T 1 Kannicht
m = reading of part of the MS tradition
P = reading on a papyrus
ἄλλως.
1 Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος. τοῦτον οἱ τῆς ἀρχαίας κωμωιδίας ποιηταὶ ὡς λαχανοπώλιδος υἱὸν κωμωιδοῦσι.
1
2 γενέσθαι δὲ κατ’ ἀρχὰς μὲν αὐτόν φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάωι τῶι φυσικῶι καὶ Ἀναξαγόραι ἐπὶ τὰς τραγωιδίας ὁρμῆσαι. ὅθεν καὶ πλέον τι φρονήσας εἰκότως περιίστατο τῶν πολλῶν, οὐδεμίαν φιλοτιμίαν περὶ τὰ θέατρα ποιούμενος. διὸ παρὰ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον ὠφέλει τὸν Σοφοκλέα.
2
3 ἐπέκειντο δὲ καὶ οἱ κωμικοὶ φθόνωι αὐτὸν διασύροντες. ὑπεριδὼν δὲ πάντα εἰς Μακεδονίαν ἀπῆρε πρὸς Ἀρχέλαον τὸν βασιλέα· κἀνταῦθα ὀψιαίτερον ἀναλύων ὑπὸ τῶν βασιλικῶν ἐφθάρη κυνῶν.
3
4 ἤρξατο δὲ διδάσκειν κατὰ τὴν πα΄ ὀλυμπιάδα ἐπὶ ἄρχοντος Καλλίου. πλάσματι δὲ μέσωι χρησάμενος περιγέγονε τῆι ἑρμηνείαι ἄκρως εἰς ἀμφότερον χρώμενος ταῖς ἐπιχειρήσεσι. καὶ τοῖς μέλεσίν ἐστιν ἀμίμητος παραγκωνιζόμενος τοὺς μελοποιοὺς σχεδὸν πάντας, ἐν δὲ τοῖς ἀμοιβαίοις περισσὸς καὶ φορτικὸς καὶ ἐν τοῖς προλόγοις δὲ ὀχληρός, ῥητορικώτατος δὲ τηῖ κατασκευῆι καὶ ποικίλος τῆι φράσει καὶ ἱκανὸς ἀνασκευάσαι τὰ εἰρημένα.
4
5 τὰ πάντα δὲ ἦν αὐτοῦ δράματα ϙβ΄, σώιζεται δὲ αὐτοῦ δράματα ξζ΄ καὶ γ΄ πρὸς τούτοις τὰ ἀντιλεγόμενα, σατυρικὰ δὲ η΄, ἀντιλέγεται δὲ καὶ τούτων τὸ α΄. νίκας δὲ ἔσχε ε΄.
5
Relevant guides | Euripides |
---|