Origins and Life of Euripides Ia = T 1 Kannicht
m = reading of part of the MS tradition
P = reading on a papyrus
1 Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος. ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλι⟨άδ⟩ου ἄρχοντος κατὰ τὴν οε΄ ὀλυμπιάδα, ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες.
1
2 ἤσκησε δὲ κατ’ ἀρχὰς μὲν παγκράτιον ἢ πυγμήν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι. ἀναγνοὺς δὲ ἐπὶ τραγωιδίαν ἐτράπη καὶ πολλὰ προσεξεῦρε, προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμούς, ὡς δὴ ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου καὶ Σωκράτους ἑταῖρος.
2
3 δοκεῖ δὲ αὐτῶι καὶ Σωκράτης ὁ φιλόσοφος καὶ Μνησίλοχος συμπεποιηκέναι τινά, ὥς φησι Τηλεκλείδης·
Μνησίλοχός ἐστ’ ἐκεῖνος ⟨ὃς⟩ φρύγει τι δρᾶμα καινόν
Εὐριπίδηι, καὶ Σωκράτης τὰ φρύγαν’ ὑποτίθησιν.
οἱ δὲ τὰ μέλη αὐτῶι φασι Κηφισοφῶντα ποιεῖν ἢ Τιμοκράτην Ἀργεῖον.
3
4 φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις. γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος.
4
5 γεννηθῆναι δὲ τῆι αὐτῆι ἡμέραι ⟨ἧι⟩ καὶ Ἑλλάνικον, ἐν ἧι ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι γενόμενον ἐτῶν εἰκοσιέξ.
5
6 μετέστη δὲ ἐν Μαγνησίαι καὶ προξενίαι ἐτιμήθη καὶ ἀτελείαι. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν περὶ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῶι δρᾶμα ὁμωνύμως ἔγραψε καὶ μάλα ἔπραττε παρ’ αὐτῶι, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο.
6
7 ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι.
7
8 γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ Χοιρίνην. καὶ υἱοὺς κατέλιπε τρεῖς· Μνησαρχίδην μὲν πρεσβύτατον ἔμπορον, δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα.
8
9 ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος κατ’ ὀλυμπιάδα πα΄ ἔτει πρώτωι. πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δ’ ἦν αὐτοῦ δράματα ϙβ, σώιζεται δὲ οη΄. τούτων νοθεύεται τρία, Τέννης Ῥαδάμανθυς Πειρίθους.
9
10 ἐτελεύτησε δέ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο΄ ἔτη γεγονώς, ὡς δὲ Ἐρατοσθένης, οε΄. καὶ ἐτάφη ἐν Μακεδονίαι· κενοτάφιον δὲ αὐτοῦ {ἐν} Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιήσαντος ἢ Τιμοθέου τοῦ μελοποιοῦ.
μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει
γῆ Μακεδών, ἧιπερ δέξατο τέρμα βίου.
πάτρη δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πολλὰ δὲ μούσαις
τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.
φασὶ δὲ καὶ κεραυνωθῆναι ἀμφότερα μνημεῖα.
10
11 λέγουσι δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίωι φαιῶι προελθεῖν, τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῶι προαγῶνι, καὶ δακρῦσαι τὸν δῆμον.
11
Relevant guides | Euripides |
---|
}