Origins and Life of Euripides IV = T 1 Kannicht
m = reading of part of the MS tradition
P = reading on a papyrus
1 ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων δι’ αἰτίαν τοιάνδε· εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν· ἐπεὶ δ’ οὐκ ἔπειθε, κατέλιπεν αὐτῶι τὴν γυναῖκα, βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης·
Κηφισοφῶν ἄριστε καὶ μελάντατε,
σὺ γὰρ συνέζης ὡς τὰ πολλ’ Εὐριπίδηι
καὶ συνεποίεις, ὥς φασι, τὴν μελωιδίαν.
1
2 λέγουσι δὲ καὶ ὅτι ⟨αἱ⟩ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς Θεσμοφορίοις ἐπέστησαν αὐτῶι βουλόμεναι ἀνελεῖν. ἐφείσαντο δὲ αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῆι Μελανίππηι περὶ αὐτῶν τάδε φησί·
μάτην ἄρ’ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος
ψάλλει κενὸν τόξευμα καὶ κακῶς λέγει·
αἱ δ’ εἴσ’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω
καὶ τὰ ἑξῆς.
2
3 οὕτω δὲ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ τοιοῦτον εἰπεῖν·
εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην.
3
Relevant guides | Euripides |
---|