Origins and Life of Euripides III = T 1.II Kannicht
m = reading of part of the MS tradition
P = reading on a papyrus
1 φασὶ δὲ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν ἔχον εἰς τὴν θάλασσαν ἐκεῖσε διημερεύειν φεύγοντα τὸν ὄχλον. ὅθεν καὶ ἐκ θαλάσσης λαμβάνει τὰς πλείους τῶν ὁμοιώσεων. σκυθρωπὸς δὲ καὶ σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισόγελως καὶ μισογύνης, καθὰ καὶ Ἀριστοφάνης αὐτὸν αἰτιᾶται·
στρυφνὸς ἔμοιγε προσειπεῖν {Εὐριπίδης}.
1
2 λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Χοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον τὸ δρᾶμα τὸν Ἱππόλυτον, ἐν ὧι τὴν ἀναισχυντίαν θριαμβεύει τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν “σωφρονεῖ παρ’ ἐμοί”, “δύστηνος εἶ” ἔφη “εἰ γυναῖκα δοκεῖς παρ’ ὧι μὲν αὐτὴν σωφρονεῖν, παρ’ ὧι δὲ μή”. ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὐρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν ὧι γράφων διετέλει.
2
3 διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῶι τὰς τραγωιδίας.
3
4 λέγει δὲ καὶ Ἕρμιππος Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν τῶι Μουσῶν ἱερῶι ἀναθεῖναι ἐπιγράψαντα τοῖς αὐτοῦ ⟨καὶ⟩ Εὐριπίδου ὀνόμασι. διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φασι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο.
4
5 μειρακίου δέ τινος ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος, “εὐφήμει” ἔφη· “μέλιτος καὶ Σειρήνων γλυκύτερον στόμα”.
5
Relevant guides | Euripides |
---|