Diogenes Laertius, Lives of the Philosophers 2.18, 2.22, 9.11

How to quote this translation

1 Diogenes Laertius, Lives of the Philosophers 2.18 (Socrates) = T 51 Kannicht

Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτωι φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδηι· ὅθεν †Μνησίλοχος† οὕτω φησί·

Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτ’ Εὐριπίδηι,
ὧι καὶ Σωκράτης τὰ φρύγανα ὑποτίθησι†,

καὶ πάλιν·

Εὐριπίδης (…) σωκρατογόμφους.

καὶ Καλλίας Πεδήταις·

Α. τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα;
Β.  ἔξεστι γάρ μοι· Σωκράτης γὰρ αἴτιος.

Ἀριστοφάνης Νεφέλαις·

Εὐριπίδηι δ’ ὁ τὰς τραγωιδίας ποιῶν
τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.

1

2 Diogenes Laertius, Lives of the Philosophers 2.22 (Socrates) = 46a Kannicht

φασὶ δ’ Εὐριπίδην αὐτῶι δόντα τὸ Ἡρακλείτου σύγγραμμα ἐρέσθαι· “τί δοκεῖ;” τὸν δὲ φάναι· “ἃ μὲν συνῆκα, γενναῖα· οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ.”

2

3 Diogenes Laertius, Lives of the Philosophers 9.11 (Heraclitus) = 46a Kannicht

τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῶι συγγράμματι εἴποι κομίσαντος Εὐριπίδου καθά φησιν Ἀρίστων, ἐν τῶι περὶ Σωκράτους εἰρήκαμεν.

3

Relevant guides Euripides