Clement of Alexandria, Protrepticus 1.3.1 = Orph. 1088 Bernabé

ἐμοὶ μὲν οὖν δοκοῦσιν ὁ Θράικιος ἐκεῖνος Ὀρφεὺς καὶ ὁ Θηβαῖος καὶ ὁ Μηθυμναῖος, ἄνδρες τινὲς οὐκ ἄνδρες, ἀπατηλοὶ γεγονέναι, προσχήματι μουσικῆς λυμηνάμενοι τὸν βίον, ἐντέχνωι τινὶ γοητείαι δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι (ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικοδομῆσαι τὴν σκαιότητα τοῦ ἔθους), τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ’ οὐρανὸν πεπολιτευμένων ὠιδαῖς καὶ ἐπωιδαῖς ἐσχάτηι δουλείαι καταζεύξαντες.


Relevant guides Orpheus