Draft:Critias fr. 44 D.-K.: Difference between revisions

No edit summary
No edit summary
Line 19: Line 19:
}}
}}


{{#set:Short title=Critias fr. 44 D.-K. }}
{{#set:Short title=Critias fr. 44 D.-K.}}


[[Category:Archilochus Collections]]
[[Category:Archilochus Collections]]

Revision as of 16:45, 23 July 2015

How to quote this page

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus
 

αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ῾εἰ γὰρ μἢ’ φησὶν ῾ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ m: ὑπὲρ ἑαυτοῦ τοιαύτην δόξαν m ἐς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε om. m ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης, οὔθ᾽ οὔθ᾽ m: οὐχ m ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν ἐς Θάσον, οὔθ᾽ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο, οὔτε οὔτε Hercher: οὐδὲ Μ μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοις’ ἦ δ᾽ ὃς ῾οὔτε ὅτι μοιχὸς ἦν ἤιδειμεν ἂν εἰ μὴ παρ᾽ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῶι, τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῶι φήμην.᾿ ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.



Relevant guides Archilochus