Draft:Suda s.v. âArchilochusâ: Difference between revisions
Nick White (talk | contribs) (Created page with "{{DISPLAYTITLE:Suda s.v. âArchilochusâ = A 4112 Adler}} {{#howtoquote:}}{{#togglenotes:}} <div class="textwithtranslation"> <div id="maintext"> á¼ÏÏίλοÏοÏ· á½
...") |
Nick White (talk | contribs) No edit summary |
||
Line 3: | Line 3: | ||
<div class="textwithtranslation"> | <div class="textwithtranslation"> | ||
<div id="maintext"> | <div id="maintext">{{AppCritAbbr}} | ||
Ἀρχίλοχος· ὅτι τῶν σπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τἄλλα, εἴ τις αὐτοῦ τὸ {{#lemma: αἰσχροεπὲς | αἰσχροεπές m: αἰσχροπρεπές m}} καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ Πύθιος ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῶι πολέμωι, ἔνθα δήπου ξυνὸς Ἐνυάλιος. καὶ ὅτε ἧκεν ὁ ἀποκτείνας αὐτὸν, Καλώνδας μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενος ὑπὲρ ὧν ἐδεῖτο, οὐ προσήκατο αὐτὸν ἡ Πυθία ὡς ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰς τοῦ πολέμου τύχας καὶ ἔλεγεν, ὡς ἧκεν ἐς ἀμφίβολον ἢ δρᾶσαι ἢ παθεῖν, ὅσα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεσθαι τῶι θεῶι εἰ τῶι ἑαυτοῦ δαίμονι ζῆι, καὶ ἐπηρᾶτο, ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸς οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰς Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξασθαι τὴν τοῦ Τελεσικλείου παιδὸς ψυχὴν καὶ πραΰναι χοαῖς. οἷς ἐπείσθη, καὶ τῆς μήνιδος τῆς ἐκ τοῦ θεοῦ ἐξάντης ἐγένετο. καὶ παροιμία· Ἀρχίλοχον πατεῖς, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων. | Ἀρχίλοχος· ὅτι τῶν σπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τἄλλα, εἴ τις αὐτοῦ τὸ {{#lemma: αἰσχροεπὲς | αἰσχροεπές m: αἰσχροπρεπές m}} καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ Πύθιος ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῶι πολέμωι, ἔνθα δήπου ξυνὸς Ἐνυάλιος. καὶ ὅτε ἧκεν ὁ ἀποκτείνας αὐτὸν, Καλώνδας μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενος ὑπὲρ ὧν ἐδεῖτο, οὐ προσήκατο αὐτὸν ἡ Πυθία ὡς ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰς τοῦ πολέμου τύχας καὶ ἔλεγεν, ὡς ἧκεν ἐς ἀμφίβολον ἢ δρᾶσαι ἢ παθεῖν, ὅσα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεσθαι τῶι θεῶι εἰ τῶι ἑαυτοῦ δαίμονι ζῆι, καὶ ἐπηρᾶτο, ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸς οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰς Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξασθαι τὴν τοῦ Τελεσικλείου παιδὸς ψυχὴν καὶ πραΰναι χοαῖς. οἷς ἐπείσθη, καὶ τῆς μήνιδος τῆς ἐκ τοῦ θεοῦ ἐξάντης ἐγένετο. καὶ παροιμία· Ἀρχίλοχον πατεῖς, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων. | ||
</div> | </div> |
Revision as of 16:43, 23 July 2015
m = reading of part of the MS tradition
P = reading on a papyrus
Ἀρχίλοχος· ὅτι τῶν σπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τἄλλα, εἴ τις αὐτοῦ τὸ αἰσχροεπὲς αἰσχροεπές m: αἰσχροπρεπές m καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ Πύθιος ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῶι πολέμωι, ἔνθα δήπου ξυνὸς Ἐνυάλιος. καὶ ὅτε ἧκεν ὁ ἀποκτείνας αὐτὸν, Καλώνδας μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενος ὑπὲρ ὧν ἐδεῖτο, οὐ προσήκατο αὐτὸν ἡ Πυθία ὡς ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰς τοῦ πολέμου τύχας καὶ ἔλεγεν, ὡς ἧκεν ἐς ἀμφίβολον ἢ δρᾶσαι ἢ παθεῖν, ὅσα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεσθαι τῶι θεῶι εἰ τῶι ἑαυτοῦ δαίμονι ζῆι, καὶ ἐπηρᾶτο, ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸς οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰς Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξασθαι τὴν τοῦ Τελεσικλείου παιδὸς ψυχὴν καὶ πραΰναι χοαῖς. οἷς ἐπείσθη, καὶ τῆς μήνιδος τῆς ἐκ τοῦ θεοῦ ἐξάντης ἐγένετο. καὶ παροιμία· Ἀρχίλοχον πατεῖς, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων.
Relevant guides | Archilochus |
---|