Draft:Mnesiepes inscription: Difference between revisions
Nick White (talk | contribs) |
Nick White (talk | contribs) No edit summary |
||
Line 131: | Line 131: | ||
ΠΙΑ̣ | ΠΙΑ̣ | ||
ΑΠ | ΑΠ | ||
</poem> | |||
== Block E2 column I == | |||
<poem> | |||
Νομίσειεν ἄν τις Ἀρχί[λοχον ἄνδρα ἀγαθὸν γενόμενον] | |||
καὶ ἐξ ἄλλων πολλῶν̣ μ̣α̣[θῶν, ἃ καθ’ ἕν ἕκαστον ἀνα-] | |||
γράφειν μακρόν, ἐν̣ ὀ̣[λίγ]ο̣[ις ] | |||
των δηλωσόμε[θα. Πολέμου γάρ ποτε πρὸς τοὺς Να-] | |||
{{#linenum:5|left}}ξίους ἰσχυροῦ ὄν[τος | |||
μενα ὑπὸ τῶν πολ̣[ιτῶν-----------------------------ῥή] | |||
μασι περὶ αὐτῶ[ν | |||
σας ὡς ἔχει {{#lemma: πρὸς̣ α[ | προ[θύμως Tarditi}} | |||
πατρίδος καὶ ὑ̣π̣[ | |||
{{#linenum:10|left}}καὶ ἐνεφάνισεν̣ | |||
ειν καὶ παρεκάλε̣[σεν | |||
βοηθεῖν ἀπροφ[ασίστως | |||
καὶ λέγει περὶ {{#lemma: αὐ[τῶ̣ν̣ | αὐτ[ῶν ἐν τεῖ ..... ὠιδεῖ (?) Tarditi}} | |||
ης νῦν π̣ά̣ντες | |||
{{#linenum:15|left}} {{#lemma: ἀμφικαπνίουσιν | |||
νηυσίν, ὀξεῖαι Δ̣[ | |||
δηΐων, αὐαίνετ̣[αι | |||
ἡλίωι, θράσος Τ̣[ | |||
οἳ μέγ’ ἱμείροντες | |||
{{#linenum:20|left}} Ναξίων δῦναι φά̣[λαγγας | |||
καὶ φυτῶν τομὴν̣ | |||
ἄνδρες ἴσχουσιν̣ | |||
Τοῦτό κεν λεὼι Μ[ | |||
ὡς ἀμηνιτεὶ παρη̣[ | |||
{{#linenum: 25|left}} καὶ κασιγνήτων Ν̣[ | |||
τέων ἀπέθρισαν̣ | |||
ἤριπεν πληγῆισι Δ̣[ | |||
Ταῦτά μοι θυμὸς | |||
νειόθεν.Ο... ΔΕ[ | |||
{{#linenum:30|left}} Ἀλλ’ ὁμῶς θανόν̣[τ | |||
Γνῶθι νῦν, εἴ το[ι | |||
ῥήμαθ’ ὃς μέλλε[ι | |||
Οἱ μὲν ἐν Θάσωι Ι[ | |||
καὶ Τορωναί[ων̣ | |||
{{#linenum:35|left}} οἱ δ’ ἐν ὠκείηισι [βάντες νηυσὶ | |||
ΚΑΙ...ἐκ Πάρ̣ο̣υ̣ Τ | |||
καὶ κασιγνή[τ̣]...Ε̣Ι̣Ν̣[ | |||
θυμὸς ΑΛ...Α̣Γ̣...Λ̣Λ̣[ | |||
πῦρ ὃ δὴ νῦν ἀ̣μ̣φ̣ι̣[ | |||
{{#linenum:40|left}} ἐμ προαστίωι κε[ | |||
Γῆν ἀεικίζουσι̣ν | |||
Ἐρξίη, καταδραμ̣[ | |||
Τῶι σ’ὁδὸν στέλλ̣[ειν | |||
μηδὲ δεξίους ΕΠ[ | Fr. 89 West}} | |||
{{#linenum:45|left}}Εὐξαμένωι οὖν̣ α̣[ὐτῶι------------------------------ὑπή-] | |||
κουσαν οἱ θεοὶ καὶ [--------------------ἐπετέλεσαν τὰς] | |||
εὐχάς, πάντες [δὲ------------------ἄνδρα ἀγαθὸν γε-] | |||
νόμενον αὐτὸν Ε̣ | |||
ἐν ταῖς μάχαις | |||
{{#linenum:50|left}}ἐκ τῆς χώρας Κ[ | |||
{{#lemma: ὕστερόν τε χρόν̣[ον | |||
καὶ τῶν πολιτῶν | |||
ταῖς πεντηκοντ[όροις | |||
τούτων ἐπιπλε[ουσῶν | |||
{{#linenum:55|left}}ἀνδραγαθοῦντα̣ Κ̣Α̣[ | |||
ἀποκτείναντα | |||
τὰς δὲ καὶ δυομέν[ας | Fr. 90 West πεντήκοντ[α Tarditi}} | |||
</poem> | </poem> | ||
</div> | </div> |
Revision as of 09:35, 20 July 2015
Block Ε1 column Ι
………………………..κ]αὶ ὅτε
………………………..τῶν Π]αρίων
……………………..ι.…κρας
………………………..........
5 ……………………….....ον
……………………….....ι
. ……………………….....]ος
Block Ε1 column ΙΙ
Μνησιέπει ὁ θεὸς ἔ̣χ̣ρησε λῶιον καὶ ἄμεινον εἶμεν
ἐν τῶι τεμένει, ὃ κατασκευάζει, ἱδρυσαμένωι
βω̣μὸν καὶ θ̣ύοντι ἐπὶ τούτου Μούσαις καὶ Ἀπόλλ[ω]ν[ι]
Μουσαγέται καὶ Μνημοσύνει· θύειν δὲ καὶ καλλι-
5 ερεῖν Διὶ Ὑπ̣ε̣ρ̣δεξ̣ίωι, Ἀθάναι Ὑπερδεξίαι,
Ποσειδῶνι Ἀσφαλείωι, Ἡρακλεῖ, Ἀρτέμιδι Εὐκλείαι.
Πυθῶδε τῶι Ἀπόλλωνι σωτήρια πέμπειν[⁝]
Μνησιέπει ὁ θεὸς ἔχρησε λῶιον καὶ ἄμεινον εἶμεν
ἐν τῶι τεμένει, ὃ κατασκευάζει, ἱδρυσαμένωι
10 βωμὸν καὶ θύοντι ἐπὶ τούτου Διονύσωι καὶ Νύμφαις
καὶ Ὥραις· θύειν δὲ καὶ καλλιερεῖν Ἀπόλλωνι
Προστατηρίωι, Ποσειδῶνι Ἀσφαλείωι, Ἡρακλεῖ,
Πυθῶδε τῶι Ἀπόλλωνι σωτήρια πέμπειν[⁝]
Μνησιέπει ὁ θεὸς ἔχρησε λῶιον καὶ ἄμεινον εἶμεν
15 τι]μ̣ῶντι Ἀρχίλοχον τὸμ ποιητάν, καθ’ ἃ ἐπινοεῖ[⁝]
Χρήσαντος δὴ τοῦ Ἀπόλλωνος ταῦτα, τόν τε τόπον
καλοῦμεν Ἀρχιλόχειον καὶ τοὺς βωμοὺς ἱδρύμεθα
καὶ θύομεν καὶ τοῖς θεοῖς καὶ Ἀρχιλόχωι καὶ
τιμῶμεν αὐτόν, καθ’ ἃ ὁ θεὸς ἐθέσπισεν ἡμῖν.
20Π]ερὶ δὲ ὧν ἠβουλήθημεν ἀναγράψαι, τάδε παρα-
δ]έδοταί τε ἡμῖν ὑπὸ τῶν ἀρχαίων καὶ αὐτοὶ πεπρα-
[γ]ματεύμεθα[⁝] Λέγουσι γὰρ Ἀρχίλοχον ἔτι νεώτερον
ὄντα πεμφθέντα ὑπὸ τοῦ πατρὸς Τελεσικλέους
εἰς ἀγρόν, εἰς τὸν δῆμον, ὃς καλεῖται Λειμῶνες,
25[ὥ]στε βοῦν καταγαγεῖν εἰς πρᾶσιν, ἀναστάντα
π̣ρώιτερον τῆς νυκτό̣ς, σελήνης λαμπούσης,
[ἄ]γ̣ειν τὴμ βοῦν εἰς πόλιν· ὡς δ’ ἐγένετο κατὰ τὸν
[τ]όπον, ὃς καλεῖται Λισσίδες, δόξαι γυναῖκας
[ἰ]δ̣εῖν ἀθρόας· νομίσαντα δ’ἀπὸ τῶν ἔργων ἀπιέναι
30αὐ̣τὰς εἰς πόλιν προσελθόντα σκώπτειν, τὰς δὲ
δ̣έ̣ξασθαι αὐτὸν μετὰ π̣αιδιᾶς̣ καὶ γέλωτος καὶ
[ἐ]π̣ερωτῆσαι, εἰ πωλήσων ἄγει τὴμ βοῦν· φήσαντος δέ,
[εἰ]πεῖν ὅτι αὐταὶ δώσουσιν αὐτῶι τιμὴν ἀξίαν·
[ῥη]θέντων δὲ̣ τούτων αὐτὰς μὲν οὐδὲ τὴμ βοῦν οὐκέτι
35[φ]α̣νερὰς εἶναι, πρὸ τῶν ποδῶν δὲ λύραν ὁρᾶν αὐτόν·
[κα]ταπλαγέντα δὲ καὶ μετά τινα χρόνον ἔννουν
[γ]ε̣νόμενον ὑπολαβεῖν τὰς Μούσας εἶναι τὰς φανείσας
[κα]ὶ̣ τὴν λύραν αὐτῶι δωρησαμένας· καὶ ἀνελό-
[με]ν̣ον αὐτὴν πορεύεσθαι εἰς πόλιν καὶ τῶι πατρὶ
40[τὰ] γ̣ενόμενα δηλῶσαι[⁝] Τὸν δὲ Τελεσικλῆν ἀκού-
[σα]ν̣τα καὶ τὴν λύραν ἰδόντα θαυμάσαι. καὶ πρῶτομ
[μὲ]ν ζήτησιν ποιήσασθαι τ̣ῆ̣ς β̣οὸς κατὰ πᾶσαν
[τὴ]ν̣ νῆσον καὶ οὐ δύνασθαι εὑρεῖν[⁝] Ἔπειθ’ ὑπὸ τῶν
[πο]λ̣ιτῶν θεοπρόπον εἰς Δελφοὺς εἰρημένον μετὰ
45[Λυ]κάμβου χρησόμενον ὑπὲρ τῆς πόλεως, προθυμό-
[τ]ε̣ρον ἀποδημῆσαι βουλόμενον καὶ περὶ τῶν
[α]ὐ̣τοῖς συμβεβηκότων πυθέσθαι[⁝] Ἀφικομένων δὲ
[καὶ] εἰσιόντων αὐτῶν εἰς τὸ μαντεῖον τὸν θεὸν
[εἰ]πεῖν Τελεσικλεῖ τὸν χρησμὸν τόνδε⁝
50 [Ἀθ]ά̣νατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,
[ἔ]σται ἐν ἀνθρώποισ̣ιν, ὃς ἂμ πρῶτός σε προσείπει
[ν]η̣ὸς ἀποθρώισκοντα φίλην εἰς πατρίδα γαῖαν. Cf. AP 14.113: Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,/ ἔσσετ’ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπηι/ νηὸς σῆς ἀποβάντα φίληι ἐν πατρίδι γαίηι.
Παραγενομένων δ’ αὐτῶν εἰς Πάρον τοῖς Ἀρτε-
μ̣ισίοις πρῶτον τῶμ παίδων Ἀρχίλοχον ἀπαν-
55τ̣ήσαντα προσειπεῖν τὸν πατέρα· καὶ ὡς ἦλθον
οἴκαδε, ἐρωτήσαντος τοῦ Τελεσικλέους, εἴ τι τῶν
ἀ̣νανκαίων ὑπάρχει, ὡς ἂν ὀψὲ τῆς ἡμέρας
Block E1 column III
[lines 1-5 missing]
ΕΙ
ΟΙ
ΑΡ
Ρ
10ΤΟ
ΤΗ
ἀοιδ
σας
λ̣ύραν
15Ἀρχιλο[χ
ζ Ἐν ἀρχε[ῖ μὲν...
τεῖ δ’ ἑορ[τεῖ...
παρ’ ἡμῖν[
φασὶν Ἀρ[χίλοχον ca. 18 letters αὐτο-]
20σχεδιάσ̣[αντα...
τινὰς τῶν π[ολιτῶν
διδάξαντα[
παραδεδομ[ένα...
κεκοσμημέ[ν- ca. 20 letters κή-]
25ρυκος εἰς Π[άρον
ΕΛΗΣΕΝΩΙ
καὶ συνακολο[υθ-
των καὶ ἄλλων [ ca. 17 letters κατασκευ-]
ασθέντων τὰ μ[ ca. 23 letters πα-]
30ρὰ τοὺς ἑταίρου[ς
Ὁ Διόνυσος σ̣[
οὐλὰς ΤΥΑΖ
ὄμφακες α[
σῦκα μελ[ιχρὰ
35 οἰφολίωι ερ[ Fr. 251 West
Λεχθέντων [δὲ τούτων ...
ὡς κακῶς ἀκ[ούσαντες
ἰαμβικώτερο̣[ν
οὐ κατανοήσ[αντες
40καρπῶν ἦν τα̣[
ῥηθέντα εἰς τὴ[ν
ἐν τεῖ κρίσει[⁝] Μ[-------------μετ’ οὐ πολὺν] ἐν τεῖ κρίσει[⁝] Μ[ετὰ δὲ Tarditi
χρόνον γίνεσθ[αι------------τοὺς ἄνδρας ἀσθενεῖς]
εἰς τὰ αἰδοῖα. [--------------------ἀποπέμψαι]
45τὴν πόλιν τινὰς [θεοπρόπους χρησομένους περὶ τού-]
των, τὸν δὲ θεὸν [εἰπεῖν τὸν χρησμὸν τόνδε·]
Τίπτε δίκαις ἀν[όμοις
ἤλθετε πρὸς Π[υθῶ
οὐκ ἔστιν πρὶν[ ἄκεσμα
50 εἰς ὅ κεν Ἀρχίλ[οχον Μουσῶν θεράποντα τίητε.]
Ἀναγγελθ[έντων δὲ τούτων
μιμνησκό[μενοι-------------------------τῶν ἐ-]
κείνου ῥη̣[μάτων...
διημα[ρτημέν-
55Διον[υσ-
ΠΙΑ̣
ΑΠ
Block E2 column I
Νομίσειεν ἄν τις Ἀρχί[λοχον ἄνδρα ἀγαθὸν γενόμενον]
καὶ ἐξ ἄλλων πολλῶν̣ μ̣α̣[θῶν, ἃ καθ’ ἕν ἕκαστον ἀνα-]
γράφειν μακρόν, ἐν̣ ὀ̣[λίγ]ο̣[ις ]
των δηλωσόμε[θα. Πολέμου γάρ ποτε πρὸς τοὺς Να-]
5ξίους ἰσχυροῦ ὄν[τος
μενα ὑπὸ τῶν πολ̣[ιτῶν-----------------------------ῥή]
μασι περὶ αὐτῶ[ν
σας ὡς ἔχει πρὸς̣ α[ προ[θύμως Tarditi
πατρίδος καὶ ὑ̣π̣[
10καὶ ἐνεφάνισεν̣
ειν καὶ παρεκάλε̣[σεν
βοηθεῖν ἀπροφ[ασίστως
καὶ λέγει περὶ αὐ[τῶ̣ν̣ αὐτ[ῶν ἐν τεῖ ..... ὠιδεῖ (?) Tarditi
ης νῦν π̣ά̣ντες
15 ἀμφικαπνίουσιν
νηυσίν, ὀξεῖαι Δ̣[
δηΐων, αὐαίνετ̣[αι
ἡλίωι, θράσος Τ̣[
οἳ μέγ’ ἱμείροντες
20 Ναξίων δῦναι φά̣[λαγγας
καὶ φυτῶν τομὴν̣
ἄνδρες ἴσχουσιν̣
Τοῦτό κεν λεὼι Μ[
ὡς ἀμηνιτεὶ παρη̣[
25 καὶ κασιγνήτων Ν̣[
τέων ἀπέθρισαν̣
ἤριπεν πληγῆισι Δ̣[
Ταῦτά μοι θυμὸς
νειόθεν.Ο... ΔΕ[
30 Ἀλλ’ ὁμῶς θανόν̣[τ
Γνῶθι νῦν, εἴ το[ι
ῥήμαθ’ ὃς μέλλε[ι
Οἱ μὲν ἐν Θάσωι Ι[
καὶ Τορωναί[ων̣
35 οἱ δ’ ἐν ὠκείηισι [βάντες νηυσὶ
ΚΑΙ...ἐκ Πάρ̣ο̣υ̣ Τ
καὶ κασιγνή[τ̣]...Ε̣Ι̣Ν̣[
θυμὸς ΑΛ...Α̣Γ̣...Λ̣Λ̣[
πῦρ ὃ δὴ νῦν ἀ̣μ̣φ̣ι̣[
40 ἐμ προαστίωι κε[
Γῆν ἀεικίζουσι̣ν
Ἐρξίη, καταδραμ̣[
Τῶι σ’ὁδὸν στέλλ̣[ειν
μηδὲ δεξίους ΕΠ[ Fr. 89 West
45Εὐξαμένωι οὖν̣ α̣[ὐτῶι------------------------------ὑπή-]
κουσαν οἱ θεοὶ καὶ [--------------------ἐπετέλεσαν τὰς]
εὐχάς, πάντες [δὲ------------------ἄνδρα ἀγαθὸν γε-]
νόμενον αὐτὸν Ε̣
ἐν ταῖς μάχαις
50ἐκ τῆς χώρας Κ[
ὕστερόν τε χρόν̣[ον
καὶ τῶν πολιτῶν
ταῖς πεντηκοντ[όροις
τούτων ἐπιπλε[ουσῶν
55ἀνδραγαθοῦντα̣ Κ̣Α̣[
ἀποκτείναντα
τὰς δὲ καὶ δυομέν[ας Fr. 90 West πεντήκοντ[α Tarditi
Relevant guides | Archilochus |
---|