Origins and Life of Euripides Ia: Difference between revisions

No edit summary
No edit summary
Line 136: Line 136:
}}
}}


{{#set:''Origins and Life of Euripides'' Ia = T 1 Kannicht}}}
{{#set:''Origins and Life of Euripides'' Ia = T 1 Kannicht}}


[[Category:Euripides Collections]]
[[Category:Euripides Collections]]

Revision as of 18:48, 15 March 2015

How to quote this translation

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus
 

1 Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου Μνησαρχίδου m : Μνησάρχου m καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος Ἀθηναῖος m : Ἀθηναῖος μὲν m : Ἀθηναῖος τὸ γένος m : γένος Ἀθηναῖος m. ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλι⟨άδ⟩ου Καλλι⟨άδ⟩ου Meursius : καλλίου M ἄρχοντος κατὰ τὴν οε΄ ὀλυμπιάδα, ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες.

1

2 ἤσκησε δὲ κατ’ ἀρχὰς μὲν παγκράτιον ἢ πυγμήν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι. ἀναγνοὺς δὲ ἐπὶ τραγωιδίαν ἐτράπη καὶ πολλὰ πολλὰ Nauck : πολλοὺς M προσεξεῦρε, προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμούς, ὡς δὴ ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου καὶ Σωκράτους ἑταῖρος πρωταγόρου καὶ σωκράτους ἑταῖρος. δοκεῖ δὲ αὐτῶι m : πρωταγόρου καὶ σωκράτους (·) ἑταῖρος δὲ δοκεῖ αὐτῶι m : πρωταγόρα. σωκράτης δὲ ἕτερος αὐτῶι δοκεῖ m : Πρωταγόρου καὶ Σωκράτους. ἐταῖρος δὲ δοκεῖ αὐτῶι καὶ Σωκράτης ὁ φιλόσοφος ⟨γεγονέναι⟩ καὶ {Μνησίλοχος} συμπεποιηκέναι τινά Elmsley.

2

3 δοκεῖ δὲ αὐτῶι καὶ Σωκράτης ὁ φιλόσοφος καὶ Μνησίλοχος συμπεποιηκέναι τινά, ὥς φησι Τηλεκλείδης Fr. 41 K.-A.·

Μνησίλοχός ἐστ’ ἐκεῖνος ⟨ὃς⟩ φρύγει τι Μνησίλοχός ἐστ’ ἐκεῖνος ⟨ὃς⟩ φρύγει τι Dindorf : Μνησίλοχὸς δὲ ἐκεῖνος φρύγ(ε)ιόν τι M δρᾶμα καινόν
Εὐριπίδηι Εὐριπίδηι m : Εὐριπίδου m, καὶ Σωκράτης τὰ φρύγαν’ ὑποτίθησιν.

οἱ δὲ τὰ μέλη αὐτῶι φασι Κηφισοφῶντα φασι Κηφισοφῶντα Welcker : φασὶν ἰοφῶντα m : φασὶν σιοφῶντα m ποιεῖν ἢ Τιμοκράτην Ἀργεῖον.

3

4 φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις. γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος.

4

5 γεννηθῆναι δὲ τῆι αὐτῆι ἡμέραι ⟨ἧι⟩ ⟨ἧι⟩ Schwartz καὶ Ἑλλάνικον FGrHist 4 T 6. The statement is false: see Jacoby ad loc., ἐν ἧι ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι γενόμενον ἐτῶν εἰκοσιέξ.

5

6 μετέστη δὲ ἐν Μαγνησίαι καὶ προξενίαι προξενίαι Elmsley : προξένωι M ἐτιμήθη καὶ ἀτελείαι. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν περὶ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῶι δρᾶμα ὁμωνύμως Archel. test. ii a Kannicht ἔγραψε καὶ μάλα ἔπραττε παρ’ αὐτῶι, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο.

6

7 ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι.

7

8 γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ Χοιρίνην χοιρίνην m : χοιρίλην m : χοιρίλλην m : χοιρίλλαν m. καὶ υἱοὺς κατέλιπε τρεῖς· Μνησαρχίδην μὲν πρεσβύτατον πρεσβύτατον Kirchhoff : πρεσβύτερον m : πρῶτον m ἔμπορον, δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα.

8

9 ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος κατ’ ὀλυμπιάδα κατ’ ὀλυμπιάδα m : ὀλυμπιάδα m : ὀλυμπιάδος Schwartz πα΄ ἔτει πρώτωι ἔτει πρώτωι post Πελιάδας m. πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δ’ ἦν αὐτοῦ αὐτοῦ m : αὐτῶι m δράματα ϙβ, σώιζεται δὲ οη΄. τούτων νοθεύεται τρία, Τέννης Ῥαδάμανθυς Πειρίθους.

9

10 ἐτελεύτησε δέ, ὥς φησι Φιλόχορος FGrHist 328 F 220, ὑπὲρ τὰ ο΄ ἔτη γεγονώς, ὡς δὲ Ἐρατοσθένης FGrHist 241 F 12, οε΄. καὶ ἐτάφη ἐν Μακεδονίαι καὶ ἐτάφη ἐν Μακεδονίαι m : καὶ ἐν Μακεδονίαι ἐτάφη m : ἐτάφη δὲ ἐν μακεδονίαι m· κενοτάφιον δὲ αὐτοῦ {ἐν} {ἐν} Nauck Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιήσαντος ἢ Τιμοθέου τοῦ μελοποιοῦ.

μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει
     γῆ Μακεδών Μακεδών A.P., Thom. Mag. Vit. Eur. : Μακεδόνων M, ἧιπερ ἧιπερ m : ἧιπερ m : ἥπερ m : ἧπου περ m : ἣ γὰρ A.P., Thom. Mag. Vit. Eur. δέξατο τέρμα βίου.
πάτρη πάτρη m : π(άτ)ρα m : πατέρες m : π(ατ)ρις m : πατρὶς A.P. δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πολλὰ πολλὰ m : πλεῖστα m, Thom. Mag. Vit. Eur. : πλεῖστος m : πλείστας m δὲ μούσαις
     τέρψας
μούσαις τέρψας A.P. : μούσας τέρψας m, A.Pl. : γράψας μούσαις m
ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει.

φασὶ δὲ καὶ κεραυνωθῆναι ἀμφότερα μνημεῖα.

10

11 λέγουσι δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίωι φαιῶι ἤτοι πορφύρωι post φαιῶι m : φαιῶι ἀντὶ πορφυροῦ Hermann προελθεῖν, τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῶι προαγῶνι, καὶ δακρῦσαι τὸν δῆμον.

11

Relevant guides Euripides