Suda s.v. Euripides: Difference between revisions

(Created page with "{{DISPLAYTITLE:''Suda'' ε 3695 Adler = T 3 Kannicht}} {{#howtoquote:}}{{#togglenotes:}} <div class="textwithtranslation"> <div class="orig">{{AppCritAbbr}} {{#chapternum: 1}}...")
 
No edit summary
Line 4: Line 4:
<div class="orig">{{AppCritAbbr}}
<div class="orig">{{AppCritAbbr}}
{{#chapternum: 1}}
{{#chapternum: 1}}
Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετώικησαν, εἶτα ἐν τῆι Ἀττικῆι. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῆι διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας.
Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετώικησαν, εἶτα ἐν τῆι Ἀττικῆι. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι {{#lemma: Φιλόχορος | ''FGrHist'' 328 F 218}}. ἐν δὲ τῆι διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας.
</div>
</div>



Revision as of 18:14, 15 March 2015

How to quote this translation

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus
 

1 Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύγοντες εἰς Βοιωτίαν μετώικησαν, εἶτα ἐν τῆι Ἀττικῆι. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος FGrHist 328 F 218. ἐν δὲ τῆι διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας.

1

2 γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθητὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου, ἐπὶ τραγωιδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα.

2

3 σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην θυγατέρα Μνησιλόχου, ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς.

3

4 ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ὧι διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῶι πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔνομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα τοὺς βασιλέως οὓς αὐτὸς ἔτρεφε κύνας ἐπαφεῖναι αὐτῶι. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου (καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας), οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου.

4

5 ἔτη δὲ βιῶναι αὐτὸν οε΄, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλληι μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οε΄, κατὰ δὲ ἄλλους ϙβ΄ · σώιζονται δὲ οζ΄. νίκας δὲ ἀνείλετο ε΄, τὰς μέν δ΄ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβ΄, καὶ τελευτᾶι ἐπὶ τῆς ϙκ΄ ὀλυμπιάδος.

5

Relevant guides Euripides