PASSAGE 22: Difference between revisions
(Created page with "{{DISPLAYTITLE:Epitome of Plutarchâs ''Comparison of Aristophanes and Menander'' 853a-b, 853c-d, 854a, 854c-d = T 68 Kassel-Austin}} {{#howtoquote:}}{{#togglenotes:}} <div c...") |
No edit summary |
||
Line 2: | Line 2: | ||
{{#howtoquote:}}{{#togglenotes:}} | {{#howtoquote:}}{{#togglenotes:}} | ||
<div class="textwithtranslation"> | <div class="textwithtranslation"> | ||
<div id="maintext">{{AppCritAbbr}} | |||
[853a-b] ὡς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῶι προκρίνει τὸν Μένανδρον, ὡς δ’ ἐπὶ μέρους καὶ ταῦτα προστίθησι· τὸ φορτικόν, φησίν, ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρωι δ’ οὐδαμῶς. καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης οἷς ἐκεῖνος λέγει ἁλίσκεται, ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ· λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας. τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς…. | |||
[853c-d] καὶ πολλὰ τοιαῦτα. ἔνεστι μὲν οὖν ἐν τῆι κατασκευῆι τῶν ὀνομάτων αὐτῶι τὸ τραγικὸν τὸ κωμικόν, τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. καὶ τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστωι καὶ οἰκεῖον ἀποδίδωσιν· οἷον λέγω βασιλεῖ τὸν ὄγκον, ῥητορι τὴν δεινότητα, γυναικὶ τὸ ἁπλοῦν, ἰδιώτηι τὸ πεζόν, ἀγοραίωι τὸ φορτικόν· ἀλλ’ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθ’ υἱός ἐστιν εἴτε πατὴρ εἴτ’ ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴτε ἥρως ὁ διαλεγόμενος. (2) ἡ δὲ Μενάνδρου φράσις…. | |||
[854a] ὅτι τῶν διδασκόντων οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν, οἱ δὲ τοῖς ὀλίγοις, τὸ δ’ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν οὐ ῥάιδιον ὅτωι τῶν πάντων ὑπῆρξεν εἰπεῖν. Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλ’ ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακύιας, εἶτα μιμουμένης γαμετήν, οὔθ’ οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες. ὁ δὲ Μένανδρος κτλ… | |||
[854c-d] αἱ Μενάνδρου κωμωιδίαι ἀφθόνων ἁλῶν καὶ ἱερῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ἧς Ἀφροδίτη γέγονεν. οἱ δ’ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδ’ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπ’ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις· ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον μεμίμηται· τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλ’ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν, οὐχ ἱλαρὸν ἀλλ’ ἀκόλαστον. οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίωι τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς †ἀληθεστέροις†, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν. | |||
αἱ Μενάνδρου κωμωιδίαι ἀφθόνων ἁλῶν καὶ ἱερῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ἧς Ἀφροδίτη γέγονεν. οἱ δ’ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδ’ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπ’ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις· ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον μεμίμηται· τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλ’ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν, οὐχ ἱλαρὸν ἀλλ’ ἀκόλαστον. οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίωι τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς †ἀληθεστέροις†, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν. | |||
</div> | </div> | ||
Revision as of 21:03, 7 September 2014
m = reading of part of the MS tradition
P = reading on a papyrus
[853a-b] ὡς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῶι προκρίνει τὸν Μένανδρον, ὡς δ’ ἐπὶ μέρους καὶ ταῦτα προστίθησι· τὸ φορτικόν, φησίν, ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρωι δ’ οὐδαμῶς. καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης οἷς ἐκεῖνος λέγει ἁλίσκεται, ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ· λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας. τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς….
[853c-d] καὶ πολλὰ τοιαῦτα. ἔνεστι μὲν οὖν ἐν τῆι κατασκευῆι τῶν ὀνομάτων αὐτῶι τὸ τραγικὸν τὸ κωμικόν, τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. καὶ τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστωι καὶ οἰκεῖον ἀποδίδωσιν· οἷον λέγω βασιλεῖ τὸν ὄγκον, ῥητορι τὴν δεινότητα, γυναικὶ τὸ ἁπλοῦν, ἰδιώτηι τὸ πεζόν, ἀγοραίωι τὸ φορτικόν· ἀλλ’ ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθ’ υἱός ἐστιν εἴτε πατὴρ εἴτ’ ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴτε ἥρως ὁ διαλεγόμενος. (2) ἡ δὲ Μενάνδρου φράσις….
[854a] ὅτι τῶν διδασκόντων οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν, οἱ δὲ τοῖς ὀλίγοις, τὸ δ’ ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν οὐ ῥάιδιον ὅτωι τῶν πάντων ὑπῆρξεν εἰπεῖν. Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλ’ ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακύιας, εἶτα μιμουμένης γαμετήν, οὔθ’ οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες. ὁ δὲ Μένανδρος κτλ…
[854c-d] αἱ Μενάνδρου κωμωιδίαι ἀφθόνων ἁλῶν καὶ ἱερῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ἧς Ἀφροδίτη γέγονεν. οἱ δ’ Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδ’ ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπ’ αὐτοῦ, ἐν λόγοις ἢ προσώποις· ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον μεμίμηται· τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλ’ ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν, οὐχ ἱλαρὸν ἀλλ’ ἀκόλαστον. οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίωι τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς †ἀληθεστέροις†, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν.
Relevant guides | Aristophanes |
---|