Aristophanes, Acharnians 626-64: Difference between revisions

(Created page with "{{DISPLAYTITLE:Aristophanes, ''Acharnians'' 626-64}} {{#howtoquote:}}{{#togglenotes:}}

{{AppCritAbbr}} ἁνὴρ νικ...")

No edit summary
Line 12: Line 12:
φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,

φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,

παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

μήδ’ ἥδεσθαι θωπευομένους, μηδ’ εἶναι χαυνοπολίτας.{{#linenum: 635}}

μήδ’ ἥδεσθαι θωπευομένους, μηδ’ εἶναι χαυνοπολίτας.{{#linenum: 635}}

πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες

πρῶτον μὲν “ἰοστεφάνους” ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,

εὐθὺς διὰ τοὺς στεφάνους ἐπ’ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.

εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας “λιπαρὰς” καλέσειεν “Ἀθήνας”,

ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.{{#linenum: 640}}

ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται

καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν, δείξας ὡς δημοκρατοῦνται.

τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες

ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,

ὅστις παρεκινδύνευσ’ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.{{#linenum: 645}}

οὕτω δ’ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,

ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων

ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,

εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·

τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι{{#linenum: 650}}

καὶ τῶι πολέμωι πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.

διὰ τοῦθ’ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται

καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης

οὐ φροντίζουσ’, ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.

ἀλλ’ ὑμεῖς τοι μήποτ’ ἀφῆσθ’· ὡς κωμωιδήσει τὰ δίκαια·{{#linenum: 655}}

φησὶν δ’ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ’, ὥστ’ εὐδαίμονας εἶναι,

οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων,

οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.

πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω

καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω.{{#linenum: 660}}

τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον

ξύμμαχον ἔσται, κοὐ μή ποθ’ ἁλῶ

περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος

δειλὸς καὶ λακαταπύγων.

Revision as of 23:07, 6 September 2014

How to quote this translation

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus

ἁνὴρ νικᾶι τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
περὶ τῶν σπονδῶν. ἀλλ’ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
διαβαλλόμενος δ’ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,630
ὡς κωμωιδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
μήδ’ ἥδεσθαι θωπευομένους, μηδ’ εἶναι χαυνοπολίτας.635
πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
πρῶτον μὲν “ἰοστεφάνους” ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
εὐθὺς διὰ τοὺς στεφάνους ἐπ’ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας “λιπαρὰς” καλέσειεν “Ἀθήνας”,
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.640
ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν, δείξας ὡς δημοκρατοῦνται.
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
ὅστις παρεκινδύνευσ’ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.645
οὕτω δ’ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι650
καὶ τῶι πολέμωι πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
διὰ τοῦθ’ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
οὐ φροντίζουσ’, ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
ἀλλ’ ὑμεῖς τοι μήποτ’ ἀφῆσθ’· ὡς κωμωιδήσει τὰ δίκαια·655
φησὶν δ’ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ’, ὥστ’ εὐδαίμονας εἶναι,
οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων,
οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω.660
τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον
ξύμμαχον ἔσται, κοὐ μή ποθ’ ἁλῶ
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
δειλὸς καὶ λακαταπύγων.

Relevant guides Aristophanes