Aristophanes, Clouds 518-562: Difference between revisions
(Created page with "{{DISPLAYTITLE:Aristophanes, ''Clouds'' 518-562}} {{#howtoquote:}}{{#togglenotes:}}

{{AppCritAbbr}} ὦ θεÏμενοι, ...") |
No edit summary |

Line 5: | Line 5: | ||
ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
| ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως

τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
| τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.

οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφός, | οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφός,{{#linenum: 520}}

ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
| ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς

καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμωιδιῶν,
| καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμωιδιῶν,

πρώτους ἠξίωσ’ ἀναγεῦσ’ ὑμᾶς, ἣ παρέσχε μοι
| πρώτους ἠξίωσ’ ἀναγεῦσ’ ὑμᾶς, ἣ παρέσχε μοι

ἔργον πλεῖστον· εἶτ’ ἀνεχώρουν ὑπ’ ἀνδρῶν φορτικῶν
| ἔργον πλεῖστον· εἶτ’ ἀνεχώρουν ὑπ’ ἀνδρῶν φορτικῶν

ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτ’ οὖν ὑμῖν μέμφομαι | ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτ’ οὖν ὑμῖν μέμφομαι{{#linenum: 525}}

τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην.
| τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην.

ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ ἑκὼν προδώσω τοὺς δεξιούς.
| ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ ἑκὼν προδώσω τοὺς δεξιούς.

ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,
| ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,

ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,
| ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,

κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, | κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,{{#linenum: 530}}

ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦσ’ ἀνείλετο,
| ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦσ’ ἀνείλετο,

ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·
| ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·

ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῶν γνώμης ἔσθ’ ὅρκια.
| ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῶν γνώμης ἔσθ’ ὅρκια.

νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ ἡ κωμωιδία
| νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ ἡ κωμωιδία

ζητοῦσ’ ἦλθ’, ἤν που ’πιτύχηι θεαταῖς οὕτω σοφοῖς. | ζητοῦσ’ ἦλθ’, ἤν που ’πιτύχηι θεαταῖς οὕτω σοφοῖς.{{#linenum: 535}}

γνώσεται γάρ, ἤνπερ ἴδηι, τἀδελφοῦ τὸν βόστρυχον.
| γνώσεται γάρ, ἤνπερ ἴδηι, τἀδελφοῦ τὸν βόστρυχον.

ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’· ἥτις πρῶτα μὲν
| ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’· ἥτις πρῶτα μὲν

οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον,
| οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον,

ἐρυθρὸν ἐξ’ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν’ ἦι γέλως·
| ἐρυθρὸν ἐξ’ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν’ ἦι γέλως·

οὔδ’ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’ εἵλκυσεν, | οὔδ’ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’ εἵλκυσεν,{{#linenum: 540}}

οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῆι βακτηρίαι
| οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῆι βακτηρίαι

τύπτει τὸν παρόντ’, ἀφανίζων πονηρὰ σκώμματα,
| τύπτει τὸν παρόντ’, ἀφανίζων πονηρὰ σκώμματα,

οὐδ’ εἰσῆιξε δᾶιδας ἔχουσ’ οὐδ’ “ἰοὺ ἰού” βοᾶι,
| οὐδ’ εἰσῆιξε δᾶιδας ἔχουσ’ οὐδ’ “ἰοὺ ἰού” βοᾶι,

ἀλλ’ αὑτῆι καὶ τοῖς ἔπεσιν πιστεύουσ’ ἐλήλυθεν.
| ἀλλ’ αὑτῆι καὶ τοῖς ἔπεσιν πιστεύουσ’ ἐλήλυθεν.

κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, | κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,{{#linenum: 545}}

οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,
| οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,

ἀλλ’ ἀεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι,
| ἀλλ’ ἀεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι,

οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
| οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·

ὃς μέγιστον ὄντα Κλέων’ ἔπαισ’ εἰς τὴν γαστέρα,
| ὃς μέγιστον ὄντα Κλέων’ ἔπαισ’ εἰς τὴν γαστέρα,

κοὐκ ἐτόλμησ’ αὖθις ἐπεμπηδῆσ’ αὐτῶι κειμένωι. | κοὐκ ἐτόλμησ’ αὖθις ἐπεμπηδῆσ’ αὐτῶι κειμένωι.{{#linenum: 550}}

οὗτοι δ’ ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
| οὗτοι δ’ ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,

τοῦτον δείλαιον κολετρῶσ’ ἀεὶ καὶ τὴν μητέρα.
| τοῦτον δείλαιον κολετρῶσ’ ἀεὶ καὶ τὴν μητέρα.

Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
| Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν

ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
| ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,

προσθεὶς αὐτῶι γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν | προσθεὶς αὐτῶι γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν{{#linenum: 555}}

Φρύνιχος πάλαι πεποίηχ’ ἣν τὸ κῆτος ἤσθιεν.
| Φρύνιχος πάλαι πεποίηχ’ ἣν τὸ κῆτος ἤσθιεν.

εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
| εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

ἅλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
| ἅλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,

τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
| τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

ὅστις οὖν τούτοισι γελᾶι, τοῖς ἐμοῖς μὴ χαιρέτω· | ὅστις οὖν τούτοισι γελᾶι, τοῖς ἐμοῖς μὴ χαιρέτω·{{#linenum: 560}}

ἢν δ’ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν,
| ἢν δ’ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν,

εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
| εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

Revision as of 22:08, 6 September 2014
m = reading of part of the MS tradition
P = reading on a papyrus
ὦ θεώμενοι, κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
τἀληθῆ, νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
οὕτω νικήσαιμί τ’ ἐγὼ καὶ νομιζοίμην σοφός,520
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
καὶ ταύτην σοφώτατ’ ἔχειν τῶν ἐμῶν κωμωιδιῶν,
πρώτους ἠξίωσ’ ἀναγεῦσ’ ὑμᾶς, ἣ παρέσχε μοι
ἔργον πλεῖστον· εἶτ’ ἀνεχώρουν ὑπ’ ἀνδρῶν φορτικῶν
ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτ’ οὖν ὑμῖν μέμφομαι525
τοῖς σοφοῖς, ὧν οὕνεκ’ ἐγὼ ταῦτ’ ἐπραγματευόμην.
ἀλλ’ οὐδ’ ὣς ὑμῶν ποθ’ ἑκὼν προδώσω τοὺς δεξιούς.
ἐξ ὅτου γὰρ ἐνθάδ’ ὑπ’ ἀνδρῶν, οὓς ἡδὺ καὶ λέγειν,
ὁ σώφρων τε χὠ καταπύγων ἄριστ’ ἠκουσάτην,
κἀγώ, παρθένος γὰρ ἔτ’ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,530
ἐξέθηκα, παῖς δ’ ἑτέρα τις λαβοῦσ’ ἀνείλετο,
ὑμεῖς δ’ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·
ἐκ τούτου μοι πιστὰ παρ’ ὑμῶν γνώμης ἔσθ’ ὅρκια.
νῦν οὖν Ἠλέκτραν κατ’ ἐκείνην ἥδ’ ἡ κωμωιδία
ζητοῦσ’ ἦλθ’, ἤν που ’πιτύχηι θεαταῖς οὕτω σοφοῖς.535
γνώσεται γάρ, ἤνπερ ἴδηι, τἀδελφοῦ τὸν βόστρυχον.
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’· ἥτις πρῶτα μὲν
οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον,
ἐρυθρὸν ἐξ’ ἄκρου, παχύ, τοῖς παιδίοις ἵν’ ἦι γέλως·
οὔδ’ ἔσκωψεν τοὺς φαλακρούς, οὐδὲ κόρδαχ’ εἵλκυσεν,540
οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῆι βακτηρίαι
τύπτει τὸν παρόντ’, ἀφανίζων πονηρὰ σκώμματα,
οὐδ’ εἰσῆιξε δᾶιδας ἔχουσ’ οὐδ’ “ἰοὺ ἰού” βοᾶι,
ἀλλ’ αὑτῆι καὶ τοῖς ἔπεσιν πιστεύουσ’ ἐλήλυθεν.
κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,545
οὐδ’ ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’ εἰσάγων,
ἀλλ’ ἀεὶ καινὰς ἰδέας εἰσφέρων σοφίζομαι,
οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·
ὃς μέγιστον ὄντα Κλέων’ ἔπαισ’ εἰς τὴν γαστέρα,
κοὐκ ἐτόλμησ’ αὖθις ἐπεμπηδῆσ’ αὐτῶι κειμένωι.550
οὗτοι δ’ ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
τοῦτον δείλαιον κολετρῶσ’ ἀεὶ καὶ τὴν μητέρα.
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
προσθεὶς αὐτῶι γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν555
Φρύνιχος πάλαι πεποίηχ’ ἣν τὸ κῆτος ἤσθιεν.
εἶθ’ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
ἅλλοι τ’ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
ὅστις οὖν τούτοισι γελᾶι, τοῖς ἐμοῖς μὴ χαιρέτω·560
ἢν δ’ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’ εὑρήμασιν,
εἰς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
Relevant guides | Aristophanes |