Aristophanes, Acharnians 5-8; Scholion to Aristophanes’ Acharnians 8a: Difference between revisions

(Created page with "{{DISPLAYTITLE:Aristophanes, ''Acharnians'' 5-8; Scholion to Aristophanes’ ''Acharnians'' 8a}} {{#howtoquote:}}{{#togglenotes:}}
<div clas...")

No edit summary
Line 11: Line 11:
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,

ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,

οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·

οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·

διαβαλλόμενος δ’ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,
{{#linenum: 630}}
διαβαλλόμενος δ’ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,{{#linenum: 630}}

ὡς κωμωιδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,

ὡς κωμωιδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,

ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.

ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.

φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,

φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,

παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,

μήδ’ ἥδεσθαι θωπευομένους, μηδ’ εἶναι χαυνοπολίτας.
{{#linenum: 635}}
μήδ’ ἥδεσθαι θωπευομένους, μηδ’ εἶναι χαυνοπολίτας.{{#linenum: 635}}

πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις  ἐξαπατῶντες

πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις  ἐξαπατῶντες

πρῶτον μὲν “ἰοστεφάνους” ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,

πρῶτον μὲν “ἰοστεφάνους” ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,

Revision as of 22:02, 6 September 2014

How to quote this page

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus

1 Aristophanes, Acharnians 626-64

ἁνὴρ νικᾶι τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
περὶ τῶν σπονδῶν. ἀλλ’ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν,
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν·
διαβαλλόμενος δ’ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,630
ὡς κωμωιδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
φησὶν δ’ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής,
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
μήδ’ ἥδεσθαι θωπευομένους, μηδ’ εἶναι χαυνοπολίτας.635
πρότερον δ’ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
πρῶτον μὲν “ἰοστεφάνους” ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,
εὐθὺς διὰ τοὺς στεφάνους ἐπ’ ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας “λιπαρὰς” καλέσειεν “Ἀθήνας”,
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
640 ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν, δείξας ὡς δημοκρατοῦνται.
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
ὅστις παρεκινδύνευσ’ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.
645 οὕτω δ’ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά·
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
650 καὶ τῶι πολέμωι πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
διὰ τοῦθ’ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης
οὐ φροντίζουσ’, ἀλλ’ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
ἀλλ’ ὑμεῖς τοι μήποτ’ ἀφῆσθ’ · ὡς κωμωιδήσει τὰ δίκαια·
655 φησὶν δ’ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ’, ὥστ’ εὐδαίμονας εἶναι,
οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων,
οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθω.
660 τὸ γὰρ εὖ μετ’ ἐμοῦ καὶ τὸ δίκαιον
ξύμμαχον ἔσται, κοὐ μή ποθ’ ἁλῶ
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
δειλὸς καὶ λακαταπύγων.

1

2 Scholion to Aristophanes’ Acharnians 8a

αὐτός τ’ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμωιδίαν. εἰσελκύσας γάρ μ’ εἰς τὸ βουλευτήριον διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου κἀκυκλοβόρει κἄπλυνεν, ὥστ’ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος.

2

Relevant guides Aristophanes