Life of Aristophanes: Difference between revisions
No edit summary |
No edit summary |
||
Line 85: | Line 85: | ||
{{CollectionsBox | {{CollectionsBox | ||
|editor=Sarah | |editor=Sarah Burges Watson | ||
|guides=[[Aristophanes: A Guide to Selected Sources|Aristophanes]] | |guides=[[Aristophanes: A Guide to Selected Sources|Aristophanes]] | ||
}} | }} |
Revision as of 03:07, 5 September 2014
m = reading of part of the MS tradition
P = reading on a papyrus
1 Ἀριστοφάνης ὁ κωμωιδοποιὸς πατρὸς μὲν ἦν Φιλίππου, τὸ δὲ γένος Ἀθηναῖος, τῶν δήμων Κυδαθηναιεύς, Πανδιονίδος φυλῆς· ὃς πρῶτος δοκεῖ τὴν κωμωιδίαν ἔτι πλανωμένην τῆι ἀρχαίαι ἀγωγῆι ἐπὶ τὸ χρησιμώτερον καὶ σεμνότερον μεταγαγεῖν, πικρότερόν τε καὶ αἰσχρότερον Κρατίνου καὶ Εὐπόλιδος βλασφημούντων ἢ ἔδει. πρῶτος δὲ καὶ τῆς νέας κωμωιδίας τὸν τρόπον ἐπέδειξεν ἐν τῶι Κωκάλωι, ἐξ οὗ τὴν ἀρχὴν λαβόμενοι Μένανδρός τε καὶ Φιλήμων ἐδραματούργησαν.
1
2 εὐλαβὴς δὲ σφόδρα γενόμενος τὴν ἀρχὴν ἄλλως τε καὶ εὐφυὴς τὰ μὲν πρῶτα διὰ Καλλιστράτου καὶ Φιλωνίδου καθίει δράματα· διὸ καὶ ἔσκωπτον αὐτὸν Ἀριστώνυμός τε καὶ Ἀμειψίας τετράδι λέγοντες γεγονέναι κατὰ τὴν παροιμίαν <ὡς> ἄλλοις πονοῦντα. ὕστερον δὲ καὶ αὐτὸς ἠγωνίσατο. διεχθρεύσας δὲ μάλιστα Κλέωνι τῶι δημαγωγῶι καὶ γράψας κατ’ αὐτοῦ τοὺς Ἱππέας, ἐν οἷς διελέγχει αὐτοῦ τὰς κλοπὰς καὶ τὸ τυρρανικόν, οὐδενὸς δὲ τῶν σκευοποιῶν τολμήσαντος τὸ πρόσωπον αὐτοῦ σκευάσαι δι’ ὑπερβολὴν φόβου, ἅτε δὴ τυραννικοῦ ὄντος, μηδὲ μὴν ὑποκρίνασθαί τινος τολμῶντος, δι’ ἑαυτοῦ ὁ Ἀριστοφάνης ὑπεκρίνατο αὐτοῦ τὸ πρόσωπον μίλτωι χρίσας, καὶ αἴτιος αὐτῶι γέγονε ζημίας πέντε ταλάντων, ἃ ὑπὸ τῶν Ἱππέων κατεδικάσθη, ὥς φησιν ἐν Ἀχαρνεῦσιν (5-6)·
ἐγῶιδ’ ἐφ’ ὧι γε τὸ κέαρ ηὐφράνθην ἰδών,
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
2
3 διήχθρευσε δὲ αὐτῶι ὁ Ἀριστοφάνης ἐπειδὴ ξενίας κατ’ αὐτοῦ γραφὴν ἔθετο, καὶ ὅτι ἐν δράματι αὐτοῦ Βαβυλωνίοις διέβαλε τῶν Ἀθηναίων τὰς κληρωτὰς ἀρχὰς παρόντων ξένων. ὡς ξένον δὲ αὐτὸν ἔλεγε, παρόσον οἱ μὲν αὐτόν φασιν εἶναι Ῥόδιον ἀπὸ Λίνδου, οἱ δὲ Αἰγινήτην, στοχαζόμενοι ἐκ τοῦ πλεῖστον χρόνον τὰς διατριβὰς αὐτόθι ποιεῖσθαι, ἢ καὶ ὅτι ἐκέκτητο ἐκεῖσε· κατά τινας δέ, ὡς ὅτι ὁ πατὴρ αὐτοῦ Φίλιππος Αἰγινήτης. ἀπολυθῆναι δὲ αὐτὸν εἰπόντα ἀστείως ἐκ τῶν Ὁμήρου ταῦτα (α 215)·
μήτηρ μέν τ’ ἐμέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε
οὐκ οἶδ’· οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
3
4 δεύτερον δὲ καὶ τρίτον συκοφαντηθεὶς ἀπέφυγε, καὶ οὕτω φανερὸς κατασταθεὶς πολίτης κατεκράτησε τοῦ Κλέωνος· ὅθεν φησίν· αὐτὸς δ’ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅττ’ {ὧν} ἔπαθον ἐπίσταμαι δή, καὶ τὰ ἑξῆς. φασὶ δὲ αὐτὸν εὐδοκιμῆσαι συκοφάντας καταλύσαντα· οὓς ὠνόμασεν ἠπιάλους ἐν Σφηξίν (1038), ἐν οἷς φησίν (1039)· οἳ τοὺς πατέρας αὐτῶν ἤγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον.
4
5 μάλιστα δὲ ἐπηινέθη καὶ ἠγαπήθη ὑπὸ τῶν πολιτῶν σφόδρα, ἐπειδὴ διὰ τῶν αὐτοῦ δραμάτων ἐσπούδασε δεῖξαι τὴν τῶν Ἀθηναίων πολιτείαν, ὡς ἐλευθέρα τέ ἐστι καὶ ὑπ’ οὐδενὸς τυράννου δουλαγωγουμένη, ἀλλ’ ὅτι δημοκρατία ἐστὶ καὶ ἐλεύθερος ὢν ὁ δῆμος ἄρχει ἑαυτοῦ. τούτου οὖν χάριν ἐπηινέθη καὶ ἐστεφανώθη θαλλῶι τῆς ἱερᾶς ἐλαίας, ὃς νενόμισται ἰσότιμος χρυσῶι στεφάνωι, εἰπὼν ἐκεῖνα τὰ ἐν τοῖς Βατράχοις περὶ τῶν ἀτίμων (686)·
τὸν ἱερὸν χορὸν δίκαιον πολλὰ χρηστὰ τῆι πόλει
ξυμπαραινεῖν.
5
6 ὠνομάσθη δὲ ἀπ’ αὐτοῦ, ἐπειδὴ ἔνδοξον, τὸ μέτρον τὸ ἀριστοφάνειον. οὕτως δὲ γέγονεν ἡ φήμη τοῦ ποιητοῦ, ὡς καὶ παρὰ Πέρσας διήκειν καὶ τὸν βασιλέα πρέσβεων πυνθάνεσθαι, παρ’ ὁποτέροις εἴη ὁ κωμωιδοποιός. φασὶ δὲ καὶ Πλάτωνα Διονυσίωι τῶι τυράννωι βουληθέντι μαθεῖν τὴν Ἀθηναίων πολιτείαν πέμψαι τὴν Ἀριστοφάνους ποίησιν, {τὴν κατὰ Σωκράτους ἐν Νεφέλαις κατηγορίαν}, καὶ συμβουλεῦσαι τὰ δράματα αὐτοῦ ἀσκηθέντα μαθεῖν αὐτῶν τὴν πολιτείαν.
6
7 ἐγένετο δὲ καὶ αἴτιος ζήλου τοῖς νέοις κωμικοῖς, λέγω δὴ Φιλήμονι καὶ Μενάνδρωι. ψηφίσματος γὰρ γενομένου χορηγικοῦ, ὥστε μὴ ὀνομαστὶ κωμωιδεῖν τινα, ἔτι καὶ τῶν χορηγῶν οὐκ ἀντεχόντων πρὸς τὸ χορηγεῖν, καὶ παντάπασιν ἐκλελοιπυίας τῆς ὕλης τῶν κωμωιδιῶν διὰ τούτων αὐτῶν, αἴτιον γὰρ κωμωιδίας τὸ σκώπτειν τινάς, ἔγραψε κωμωιδίαν τινὰ Κώκαλον (cf. test. iv), ἐν ὧι εἰσάγει φθορὰν καὶ ἀναγνωρισμὸν καὶ τἆλλα πάντα ἃ ἐζήλωσε Μένανδρος. {πάλιν δὲ ἐκλελοιπότος καὶ τοῦ χορηγεῖν τὸν Πλοῦτον γράψας, εἰς τὸ διαναπαύεσθαι τὰ σκηνικὰ πρόσωπα καὶ μετεσκευάσθαι ἐπιγράφει “χοροῦ” φθεγγόμενος ἐν ἐκείνοις, ἃ καὶ ὁρῶμεν τοὺς νέους οὕτως ἐπιγράφοντας ζήλωι Ἀριστοφάνους.} ἐν τούτωι δὲ τῶι δράματι συνέστησε τῶι πλήθει τὸν υἱὸν Ἀραρότα· καὶ οὕτως μετήλλαξε τὸν βίον παῖδας καταλιπὼν τρεῖς, Φίλιππον, ὁμώνυμον τῶι πάππωι καὶ Νικόστρατον καὶ Ἀράροτα, δι’ οὗ καὶ ἐδίδαξε τὸν Πλοῦτον. τινὲς δὲ δύο φασί, Φίλιππον καὶ Ἀράροτα, ὧν καὶ αὐτὸς ἐμνήσθη· τὴν γυναῖκα δ’ αἰσχύνομαι τώ τ’ οὐ φρονοῦντε παιδίω, ἴσως αὐτοὺς λέγων.
7
Relevant guides | Aristophanes |
---|