Christodorus of Thebes, Ekphrasis 314-350 = A.P. 2.1.311: Difference between revisions

(Created page with "{{DISPLAYTITLE:Christodorus of Thebes, ''Ekphrasis'' 314-350 = ''A.P.'' 2.1.311}} {{#howtoquote:}}

{{AppCritAbbr}} Ἔμφ...")

No edit summary
Line 1: Line 1:
{{DISPLAYTITLE:Christodorus of Thebes, ''Ekphrasis'' 314-350 = ''A.P.'' 2.1.311}}
{{DISPLAYTITLE:Christodorus of Thebes, ''Ekphrasis'' 314-350 = ''A.P.'' 2.1.311}}
{{#howtoquote:}}
{{#howtoquote:}}{{#togglenotes:}}

{{AppCritAbbr}}

{{AppCritAbbr}}
Ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς

Ἔμφρονα {{#lemma: χαλκὸν Ὅμηρος | χαλκὸν Ὅμηρος M: χαλκὸς Ὅμηρον Brunck}} ἐδείκνυεν, οὔτε μενοινῆς

ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ' ἄρα μούνης

ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ' ἄρα μούνης

φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.

φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.

ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς·

ἦ καὶ χαλκὸν ἔχευσεν {{#lemma: ὁμῆ | ὁμῆ Jacobs, Waltz, Paton: ὁμῇ Boehringer-Boehringer: ὁ μη ''A.P.'': ὁμὸν ''A.Pl.''}} θεὸς εἴδεϊ μορφῆς·

οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ{{#linenum: 315}}

οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ{{#linenum: 315}}

ἐργοπόνος χάλκευσε παρ' ἐσχαρεῶνι θαάσσων·

ἐργοπόνος χάλκευσε παρ' ἐσχαρεῶνι θαάσσων·

Line 18: Line 18:
αἰδοίῳ τε φίλῳ τε· σέβας δ' ἀπελάμπετο μορφῆς.

αἰδοίῳ τε φίλῳ τε· σέβας δ' ἀπελάμπετο μορφῆς.

αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς{{#linenum: 325}}

αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς{{#linenum: 325}}

χαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δ' ἀκουὰς

χαίτης, {{#lemma: εἰσοπίσω | εἰσοπίσω Paton: εἰς ὀπίσω Waltz}} πεφορημένος, ἀμφὶ δ' ἀκουὰς

πλαζόμενος κεχάλαστο· κάτω δ' εὐρύνετο πώγων

πλαζόμενος κεχάλαστο· κάτω δ' εὐρύνετο πώγων

ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν

ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν

Line 36: Line 36:
Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,

Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,

κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ

κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ

χεῖρας ἐπ' ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ,

χεῖρας ἐπ' {{#lemma: ἀλλήλαισι | ἀλλήλαισι ''A.P.'', Paton: ἀλλήλῃσι ''A.Pl.'', Waltz}} τιθεὶς ἐπερείδετο ῥάβδῳ,

οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ' ἔκλινεν ἀκουὴν{{#linenum: 345}}

οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ' ἔκλινεν ἀκουὴν{{#linenum: 345}}

δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν

δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν

Revision as of 20:41, 29 July 2014

How to quote this translation

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus

Ἔμφρονα χαλκὸν Ὅμηρος χαλκὸν Ὅμηρος M: χαλκὸς Ὅμηρον Brunck ἐδείκνυεν, οὔτε μενοινῆς
ἄμμορον οὔτε νόου κεχρημένον, ἀλλ' ἄρα μούνης
φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.
ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ ὁμῆ Jacobs, Waltz, Paton: ὁμῇ Boehringer-Boehringer: ὁ μη A.P.: ὁμὸν A.Pl. θεὸς εἴδεϊ μορφῆς·
οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι, ὅττι μιν ἀνὴρ315
ἐργοπόνος χάλκευσε παρ' ἐσχαρεῶνι θαάσσων·
ἀλλ' αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη
εἶδος ἐπισταμένη, τόπερ ᾤκεεν· ἐν γὰρ Ὁμήρῳ
αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.
σύννομος Ἀπόλλωνι, πατὴρ ἐμός, ἰσόθεος φὼς,320
ἵστατο θεῖος Ὅμηρος· ἔικτο μὲν ἀνδρὶ νοῆσαι
γηραλέῳ· τὸ δὲ γῆρας ἔην γλυκύ· τοῦτο γὰρ αὐτῷ
πλειοτέρην ἔσταζε χάριν· κεκέραστο δὲ κόσμῳ
αἰδοίῳ τε φίλῳ τε· σέβας δ' ἀπελάμπετο μορφῆς.
αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς325
χαίτης, εἰσοπίσω εἰσοπίσω Paton: εἰς ὀπίσω Waltz πεφορημένος, ἀμφὶ δ' ἀκουὰς
πλαζόμενος κεχάλαστο· κάτω δ' εὐρύνετο πώγων
ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος· οὐδὲ γὰρ ἦεν
ὀξυτενής, ἀλλ' εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων
στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.330
γυμνὸν δ' εἶχε μέτωπον, ἐπ' ἀπλοκάμῳ δὲ μετώπῳ
ἧστο σαοφροσύνη κουροτρόφος· ἀμφὶ δ' ἄρ' ὀφρῦς
ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,
οὔτι μάτην· φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.
ἀλλ' οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι·335
ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν· ὡς δὲ δοκεύω,
τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη
φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.
δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαὶ
γήραϊ ῥικνήεντι κατάσχετοι· ἀλλ' ἐνὶ κείναις340
αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς.
Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,
κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ
χεῖρας ἐπ' ἀλλήλαισι ἀλλήλαισι A.P., Paton: ἀλλήλῃσι A.Pl., Waltz τιθεὶς ἐπερείδετο ῥάβδῳ,
οἷά περ ἐν ζωοῖσιν· ἑὴν δ' ἔκλινεν ἀκουὴν345
δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν
ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ' ἄρα θυμῷ
σκεπτομένῳ μὲν ἔικτο, νόος δέ οἱ ἔνθα καὶ ἔνθα
ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,
Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.350

Relevant guides Homer: A Guide to Sculptural Types