Athenaeus, Sophists at Dinner 13.603e: Difference between revisions
No edit summary |
No edit summary |
||
Line 1: | Line 1: | ||
{{DISPLAYTITLE:Athenaeus, ''Sophists at Dinner'' 13.603 = T75 Radt}} | {{DISPLAYTITLE:Athenaeus, ''Sophists at Dinner'' 13.603 = T75 Radt}} | ||
{{#howtoquote:}} | {{#howtoquote:}}{{#togglenotes:}} | ||
<div class="textwithtranslation"> | <div class="textwithtranslation"> | ||
<div id="maintext"> | <div id="maintext">{{AppCritAbbr}} | ||
Φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. {{#lemma: Ἴων | ''FGrHist'' 392 F 6}} γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως· “Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ’ οἶνον καὶ δεξιῶι. Ἑρμησίλεω δὲ ξένου οἱ {{#lemma: ἐόντος | ἐόντος Musurus: εοντες M}} καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς {{#lemma: […] | lac. post παῖς Valckenaer, Schweighaeuser}} ἐὼν δῆλος ἦν εἶπέ τε· “βούλει με ἡδέως πίνειν;” φάντος δ’ αὐτοῦ, “βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα”. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον· “ὡς καλῶς {{#lemma: Φρύνιχος | ''FGrHist'' 3 F 13}} ἐποίησεν εἴπας· | Φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. {{#lemma: Ἴων | ''FGrHist'' 392 F 6}} γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως· “Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ’ οἶνον καὶ δεξιῶι. Ἑρμησίλεω δὲ ξένου οἱ {{#lemma: ἐόντος | ἐόντος Musurus: εοντες M}} καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς {{#lemma: […] | lac. post παῖς Valckenaer, Schweighaeuser}} ἐὼν δῆλος ἦν εἶπέ τε· “βούλει με ἡδέως πίνειν;” φάντος δ’ αὐτοῦ, “βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα”. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον· “ὡς καλῶς {{#lemma: Φρύνιχος | ''FGrHist'' 3 F 13}} ἐποίησεν εἴπας· | ||
Revision as of 16:03, 17 March 2015
m = reading of part of the MS tradition
P = reading on a papyrus
Φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων FGrHist 392 F 6 γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως· “Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ’ οἶνον καὶ δεξιῶι. Ἑρμησίλεω δὲ ξένου οἱ ἐόντος ἐόντος Musurus: εοντες M καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς […] lac. post παῖς Valckenaer, Schweighaeuser ἐὼν δῆλος ἦν εἶπέ τε· “βούλει με ἡδέως πίνειν;” φάντος δ’ αὐτοῦ, “βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα”. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον· “ὡς καλῶς Φρύνιχος FGrHist 3 F 13 ἐποίησεν εἴπας·
“λάμπει δ’ ἐπὶ πορφυρέαις παρῆισι φῶς ἔρωτος.”
καὶ πρὸς τόδε ἠμείφθη ὁ Ἐρετριεὺς ἢ Ἐρυθραῖος ἢ Ἐρυθραῖος del. edd. γραμμάτων ἐὼν διδάσκαλος· “σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει· ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνικος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέωι ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δεῖ οὐ κάρτα δὴ m: οὐ γὰρ δεῖ m τὸ καλὸν τῶι μὴ καλῶι φαινομένωι εἰκάζειν.” ἀνγελάσας δ’ ἀνγελάσας δ’ Wilamowitz: ἂν γελάσας M: ἀναγελάσας Korais: γελάσας δὲ Porson: γελάσας δ’ Kaibel: καὶ γελάσας Meineke ἐπὶ τῶι Ἐρετριεῖ Σοφοκλῆς· “οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμωνίδειον PMG 585, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι·
“πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος”,
οὐδ’ ὁ ποιητής Pind. Ol. 6.41, 7.32; Pae. 5.41,” ἔφη “<ὁ> <ὁ> Kaibel λέγων “χρυσοκόμαν Ἀπόλλωνα”· χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. oὐδὲ ὁ φὰς “ῥοδοδάκτυλον”· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν {{#lemma: <ἄν> | <ἄν> Jacobs”. γελασάντων δέ, ὁ μὲν Ἐρετριεὺς ἐνωπήθη τῆι ἐπιραπίξει, ὁ δὲ πάλιν τοῦ παιδὸς τῶι λόγωι εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῶι μικρῶι δακτύλωι ἀφαιρετέοντα, εἰ καθορᾶι τὸ κάρφος. φάντος δὲ καθορᾶν, “ἀπὸ τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σευ σευ Dindorf: εὗ M.” προσαγαγόντος δ’ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλὴ τῆι κεφαλῆι ἀσσοτέρα γένηται. ὡς δὲ ἦν οἱ οἱ Musurus: ἡ M: ἥδε Blumenthal κάρτα πλησίον, περιλαβὼν περιλαβὼν Kaibel: προσλαβὼν M τῆι χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῆι ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, “μελετῶ μελετῶ Musurus: μελέτω M: μελετέω Meineke,” εἶπεν, “στρατηγεῖν, ὦ ἄνδρες, ἐπειδήπερ Περικλῆς ποιεῖν μέν <με> ἔφη <με> ἔφη Kaibel: ἔφη <με> Musurus, στρατηγεῖν δ’ οὐκ ἐπίστασθαι. ἆρ’ οὖν οὐ κατ’ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα;” τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι [ἢ πράσσοι] [ἢ πράσσοι] Kaibel: ἢ πράσσοι M. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ’ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων”. Καὶ Ἱερώνυμος δ’ ὁ Ῥόδιος ἐν τοῖς Ἱστρορικοῖς Ὑπομνήμασίν Fr. 35 Wehrli φησιν ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῶι. ὁ μὲν οὖν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τῆι πόαι ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλάνιδα περιεβάλοντο. μετ’ οὖν τὴν ὁμιλίαν ὁ παῖς ἀρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ὤιχετο, καταλιπὼν τῶι Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ἔφη τούτωι κεχρῆσθαι τῶι παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησεν εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῶι περὶ τοῦ Ἡλίου καὶ Βορέου λόγωι, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος · fr. eleg. 4 West = 3 Diehl
Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦντι †ἑταίραν† †ἑταίραν† Radt: φιλοῦνθ’ ἑτέραν Musurus: φιλοῦντι κόρην Herwerden, Headlam: φιλοῦντι τάλαν West
Βορρᾶς ὡμίλησε. σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα,
ἀλλοτρίαν σπείρων, λωποδύτην ἀπάγεις.
Relevant guides | Euripides |
---|