Olympiodorus, Life of Plato p. 3, 65 West: Difference between revisions

(Created page with "{{DISPLAYTITLE:Aelian, ''Historical Miscellany'' 2.13 = T 32 Kassel-Austin}} {{#howtoquote:}}{{#togglenotes:}} <div class="textwithtranslation"> <div id="maintext">{{AppCritAb...")
 
(Blanked the page)
Line 1: Line 1:
{{DISPLAYTITLE:Aelian, ''Historical Miscellany'' 2.13 = T 32 Kassel-Austin}}
{{#howtoquote:}}{{#togglenotes:}}
<div class="textwithtranslation">
<div id="maintext">{{AppCritAbbr}}
ἐπετίθεντο τῶι Σωκράτει καὶ ἐπιβούλευον οἱ ἀμφὶ τὸν Ἄνυτον ὧν χάριν καὶ δι’ ἃς αἰτίας λέλεκται πάλαι. ὑφορώμενοι δὲ τοὺς Ἀθηναίους καὶ δεδιότες ὅπως ποτὲ ἕξουσι πρὸς τὴν κατηγορίαν τοῦ ἀνδρός (πολὺ γὰρ ἦν τὸ τοῦ Σωκράτους ὄνομα διά τε τὰ ἄλλα καὶ ὅτι τοὺς σοφιστὰς ἤλεγχεν οὐδὲν ὑγιὲς ὄντας οὐδέ τι σπουδαῖον ἢ εἰδότας ἢ λέγοντας), ἐκ τούτων οὖν ἐβουλήθησαν πεῖραν καθεῖναι ὑπὲρ τῆς κατ’ αὐτοῦ διαβολῆς. τὸ μὲν γὰρ ἄντικρυς ἀπενέγκασθαι γραφὴν κατ’ αὐτοῦ παραχρῆμα οὐκ ἐδοκίμαζον δι’ ἃ προεῖπον καὶ δι’ ἐκεῖνα δέ, μή ποτε ἄρα ἀγριάναντες οἱ φίλοι οἱ τοῦ Σωκράτους ἐξάψωσι κατ’ αὐτῶν τοὺς δικαστάς, εἶτά τι πάθωσι κακὸν ἀνήκεστον, ἅτε συκοφαντοῦντες ἄνδρα οὐ μόνον οὐδενὸς αἴτιον κακοῦ τῆι πόλει, ἐκ δὲ τῶν ἐναντίων καὶ κόσμον ταῖς Ἀθήναις ὄντα.


τί οὖν ἐπινοοῦσιν; Ἀριστοφάνην τὸν τῆς κωμωιδίας ποιητήν, βωμολόχον ἄνδρα καὶ γελοῖον ὄντα καὶ εἶναι σπεύδοντα, ἀναπείθουσι κωμωιδῆσαι τὸν Σωκράτη, ταῦτα δήπου τὰ περιφερόμενα, ὡς ἦν ἀδολέσχης, λέγων τε αὖ καὶ τὸν ἥττω λόγον ἀπέφαινε κρείττονα, καὶ εἰσῆγε ξένους δαίμονας καὶ οὐκ ἤιδει θεοὺς οὐδ’ ἐτίμα, τὰ δὲ αὐτὰ ταῦτα καὶ τοὺς προσιόντας αὐτῶι ἐδίδασκέ τε καὶ εἰδέναι ἀνέπειθεν. ὁ δὲ Ἀριστοφάνης λαβόμενος ὐποθέσεως εὖ μάλα ἀνδρικῆς, ὑποσπείρας γέλωτα καὶ τὸ ἐκ τῶν μέτρων αἱμύλον καὶ τὸν ἄριστον τῶν Ἑλλήνων λαβὼν ὑπόθεσιν (οὐ γὰρ οἱ κατὰ Κλέωνος ἦν τὸ δρᾶμα, οὐδὲ ἐκωμώιδει Λακεδαιμονίους ἢ Θηβαίους ἢ Περικλέα αὐτόν, ἀλλ’ ἄνδρα τοῖς τε ἄλλοις θεοῖς φίλον καὶ δὴ καὶ μάλιστα τῶι Ἀπόλλωνι), ἅτε οὖν ἄηθες πρᾶγμα καὶ ὅραμα παράδοξον ἐν σκηνῆι καὶ κωμωιδίαι Σωκράτης, πρῶτον μὲν ἐξέπληξεν ἡ κωμωιδία τῶι ἀδοκήτωι τοὺς Ἀθηναίους, εἶτα {δὲ} καὶ φύσει φθονεροὺς ὄντας καὶ τοῖς ἀρίστοις βασκαίνειν προηιρημένους, οὐ μόνον τοῖς ἐν τῆι πολιτείαι καὶ ταῖς ἀρχαῖς ἀλλ’ ἔτι καὶ πλέον τοῖς εὐδοκιμοῦσιν ἢ ἐν λόγοις ἀγαθοῖς ἢ ἐν βίου σεμνότητι, ἄκουσμα ἔδοξεν ἥδιστον αἵδε αἱ Νεφέλαι καὶ ἐκρότουν τὸν ποιητὴν ὡς οὔποτε ἄλλοτε καὶ ἐβόων νικᾶν καὶ προσέταττον τοῖς κριταῖς ἄνωθεν Ἀριστοφάνην ἀλλὰ μὴ ἄλλον γράφειν. καὶ τὰ μὲν τοῦ δράματος τοιαῦτα.
ὁ δὲ Σωκράτης σπάνιον μὲν ἐπεφοίτα τοῖς θεάτροις, εἴ ποτε δὲ Εὐριπίδης ὁ τῆς τραγωιδίας ποιητὴς ἠγωνίζετο καινοῖς τραγωιδοῖς, τότε γε ἀφικνεῖτο. καὶ Πειραιοῖ δὲ ἀγωνιζομένου τοῦ Εὐριπίδου καὶ ἐκεῖ κατήιει· ἔχαιρε γὰρ τῶι ἀνδρὶ δηλονότι διά τε τὴν σοφίαν αὐτοῦ καὶ τὴν ἐν τοῖς μέτροις ἀρετήν. ἤδη δέ ποτε αὐτὸν ἐρεσχελῶν Ἀλκιβιάδης ὁ Κλεινίου καὶ Κριτίας ὁ Καλλαίσχρου καὶ κωμωιδῶν ἀκοῦσαι παρελθόντα εἰς τὸ θέατρον ἐξεβιάσαντο. ὁ δὲ αὐτοῖς οὐκ ἠρέσκετο, ἀλλὰ δεινῶς κατεφρόνει, ἅτε ἀνὴρ σώφρων καὶ δίκαιος καὶ ἀγαθὸς, καὶ ἐπὶ τούτοις σοφός, ἀνδρῶν κερτόμων καὶ ὑβριστῶν καὶ ὑγιὲς λεγόντων οὐδέν· ἅπερ ἐλύπει δεινῶς αὐτούς.
καὶ ταῦτα οὖν τῆς κωμωιδίας ἦν αὐτῶι τὰ σπέρματα, ἀλλ’ οὐ μόνον ἃ παρὰ τοῦ Ἀνύτου καὶ Μελήτου ὡμολόγηται. εἰκὸς δὲ καὶ χρηματίσασθαι ὑπὲρ τόυτων Ἀριστοφάνην. καὶ γὰρ βουλομένων, μᾶλλον δὲ ἐκ παντὸς συκοφαντῆσαι τὸν Σωκράτη σπευδόντων ἐκείνων, καὶ αὐτὸν {δὲ} πένητα ἅμα καὶ κατάρατον ὄντα, τί παράδοξον ἦν ἀργύριον λαβεῖν ἐπ’ οὐδενὶ ὑγιεῖ; καὶ ὑπὲρ μὲν τούτων αὐτὸς οἶδεν, εὐδοκίμει δ’ οὖν αὐτῶι τὸ δρᾶμα, καὶ γάρ τοι καὶ τὸ τοῦ Κρατίνου τοῦτο συνέβη εἴ ποτε ἄλλοτε καὶ τότε, τῶι θεάτρωι νοσῆσαι τὰς φρένας.
καὶ ἅτε ὄντων Διονυσίων πάμπολύ τι χρῆμα τῶν Ἑλλήνων σπουδῆι τῆς θέας ἀφίκετο. περιφερομένου τοίνυν ἐν τῆι σκηνῆι τοῦ Σωκράτους καὶ ὀνομαζομένου πολλάκις, οὐκ ἂν δὲ θαυμάσαιμι εἰ καὶ βλεπομένου ἐν τοῖς ὑποκριταῖς (δῆλα γὰρ δὴ ὅτι καὶ οἱ σκευοποιοὶ ἔπλασαν αὐτὸν ὡς ὅτι μάλιστα ἐξεικάσαντες), ἀλλ’ οἵ γε ξένοι (τὸν γὰρ κωμωιδούμενον ἠγνόουν) θροῦς παρ’ αὐτῶν ἐπανίστατο, καὶ ἐζήτουν ὅστις ποτὲ οὗτος ὁ Σωκράτης ἐστίν. ὅπερ οὖν ἐκεῖνος ἀισθόμενος (καὶ γάρ τοι καὶ παρῆν οὐκ ἄλλως οὐδὲ ἐκ τύχης, εἰδὼς δὲ ὅτι κωμωιδοῦσιν αὐτόν· καὶ δὴ καὶ ἐν καλῶι τοῦ θεάτρου ἐκάθητο), ἵνα οὖν λύσηι τὴν τῶν ξένων ἀπορίαν, ἐξαναστὰς παρ’ ὅλον τὸ δρᾶμα ἀγωνιζομένων τῶν ὑποκριτῶν ἑστὼς ἐβλέπετο. τοσοῦτον ἄρα περιῆν τῶι Σωκράτει τοῦ κωμωιδίας καὶ Ἀθηναίων καταφρονεῖν.
</div>
<div id="translation">
</div>
</div><div style="clear:both"></div>
{{CollectionsBox
|editor=Sarah Burges Watson
|guides=[[Aristophanes: A Guide to Selected Sources|Aristophanes]]
}}
{{#set:Short title=Aelian, ''Historical Miscellany'' 2.13 = T 32 Kassel-Austin}}

Revision as of 00:51, 7 September 2014