Aëtius 1.7.1 in [Plutarch], Opinions of the Philosophers 1.880de = T 171a Kannicht

How to quote this translation

M = reading of the whole MS tradition
m = reading of part of the MS tradition
P = reading on a papyrus
 

ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος Μήλιος Diels : Μιλήσιος M καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς…καὶ Εὐριπίδης δ’ ὁ τραγωιδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτηι τῆι γνώμηι·

“ἦν” γὰρ “χρόνος” φησίν, “ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος
καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης.”
Critias, TrGF 43 F 19.1-2

ἔπειτά φησι τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῆι. ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο, κρύφα δ’ δ’ Nauck : τ’ M ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ “ψευδεῖ λόγωι τυφλῶσαι τὴν ἀλήθειαν” καὶ πεῖσαι τοὺς ἀνθρώπους:

“ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι
ὃς ταῦτ’ ἀκούει καὶ βλέπει φρονεῖ τ’ ἄγαν.”
Critias, TrGF 43 F 19.17-18


Relevant guides Euripides